Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.269 Joseph. AJ 18.274 (English) >>Joseph. AJ 18.279

18.272καὶ ταῦτʼ ἐπράσσετο ἐπὶ ἡμέρας τεσσαράκοντα, καὶ τοῦ γεωργεῖν ἀπερίοπτοι τὸ λοιπὸν ἦσαν καὶ ταῦτα τῆς ὥρας οὔσης πρὸς σπόρῳ, πολλή τε ἦν προαίρεσις αὐτοῖς καὶ τοῦ θνήσκειν ἐπιθυμίας πρόθεσις, τὴν ἀνάθεσιν θεάσασθαι τοῦ ἀνδριάντος. 18.273

Ἐν τούτοις ὄντων τῶν πραγμάτων Ἀριστόβουλος Ἀγρίππου τοῦ βασιλέως ἀδελφὸς καὶ Ἑλκίας μέγας ἄλλοι τε οἱ κράτιστοι τῆσδε τῆς οἰκίας καὶ οἱ πρῶτοι σὺν αὐτοῖς εἰσίασιν ὡς τὸν Πετρώνιον παρακαλοῦντες αὐτόν, 18.274ἐπειδὴ τὴν προθυμίαν ὁρᾷ τῆς πληθύος, μηδὲν εἰς ἀπόνοιαν αὐτῆς παρακινεῖν, ἀλλὰ γράφειν πρὸς Γάιον τὸ ἀνήκεστον αὐτῶν πρὸς τὴν ἀποδοχὴν τοῦ ἀνδριάντος, πῶς τε ἀποστάντες τοῦ γεωργεῖν ἀντικαθέζονται, πολεμεῖν μὲν οὐ βουλόμενοι διὰ τὸ μηδʼ ἂν δύνασθαι, θανεῖν δʼ ἔχοντες ἡδονὴν πρὶν παραβῆναι τὰ νόμιμα αὐτοῖς, ὥστε ἀσπόρου τῆς γῆς γενομένης λῃστεῖαι ἂν φύοιντο ἀδυναμίᾳ καταβολῆς τῶν φόρων. 18.275ἴσως γὰρ ἂν ἐπικλασθέντα τὸν Γάιον μηδὲν ὠμὸν διανοηθῆναι μηδὲ ἐπʼ ἀναστάσει φρονῆσαι τοῦ ἔθνους· ἐμμένοντος δὲ τῇ τότε βουλῇ τοῦ πολεμεῖν τότε δὴ καὐτὸν ἅπτεσθαι τοῦ πράγματος. 18.276καὶ οἱ μὲν ἀμφὶ τὸν Ἀριστόβουλον ἐπὶ τούτοις τὸν Πετρώνιον παρεκάλουν. Πετρώνιος δὲ τοῦτο μὲν τῶν περὶ τὸν Ἀριστόβουλον παντοίως ἐπικειμένων διὰ τὸ ὑπὲρ μεγάλων ποιεῖσθαι τὴν δέησιν καὶ πάσῃ μηχανῇ χρησαμένων εἰς τὰς ἱκετείας,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.269 Joseph. AJ 18.274 (English) >>Joseph. AJ 18.279

Powered by PhiloLogic